Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.394 Joseph. AJ 14.399 (English) >>Joseph. AJ 14.405

14.397ποιησαμένου δὲ καὶ Σίλωνος ταύτην πρόφασιν τῆς ἀπαναστάσεως καὶ τῶν Ἰουδαίων διωκόντων αὐτὸν Ἡρώδης μετʼ ὀλίγου στίφους ἐπέξεισιν καὶ τρέπεται μὲν τοὺς Ἰουδαίους, Σίλωνα δὲ σώζει κακῶς ἀμυνόμενον, ἑλών τε τὴν Ἰόππην ἔσπευδεν ῥυσόμενος τοὺς ἐν Μασάδα οἰκείους. 14.398τῶν δʼ ἐπιχωρίων οἱ μὲν αὐτῷ διὰ τὴν πατρῴαν προσεχώρουν φιλίαν, οἱ δὲ διὰ τὴν αὐτοῦ δόξαν, ἄλλοι δὲ κατʼ ἀμοιβὴν τῆς παρʼ ἀμφοτέρων εὐεργεσίας, οἱ πλείους δὲ διὰ τὰς ἐλπίδας, ἃς ὡς ἐπὶ βασιλεῖ βεβαίῳ τὸ λοιπὸν εἶχον. 14.399

Ἤθροιστο δὴ δύναμις βαρεῖα, καὶ προϊόντος Ἀντίγονος τῶν παρόδων τοὺς ἐπιτηδείους τόπους ἐνέδραις καὶ λόχοις κατελάμβανεν καὶ καθάπαξ οὐδὲν ἐκ τούτου τοὺς πολεμίους μικρὰ παντάπασιν ἔβλαπτεν. 14.400Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα, συνῆπτε δʼ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες. 14.401στρατοπεδευσαμένου δὲ κατὰ τὸ πρὸς δύσιν τῆς πόλεως κλίμα οἱ κατὰ τοῦτο τεταγμένοι φύλακες ἠκόντιζόν τε καὶ ἐτόξευον εἰς αὐτούς, 14.402ἐνίων δὲ καὶ κατὰ στῖφος ἐξιόντων καὶ τοῖς προτεταγμένοις εἰς χεῖρας ἐρχομένων, Ἡρώδης τὸ μὲν πρῶτον ἐκέλευσεν κηρύσσειν περὶ τὸ τεῖχος, ὡς ἐπʼ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοῖς φανεροῖς τῶν ἐχθρῶν μνησικακήσων, ἀλλὰ παρέξων καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν τῶν εἰς αὐτὸν ἁμαρτημάτων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.394 Joseph. AJ 14.399 (English) >>Joseph. AJ 14.405

Powered by PhiloLogic